Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.59 Joseph. AJ 10.63 (English) >>Joseph. AJ 10.69

10.61ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. διʼ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν. 10.62

Οἱ μὲν οὖν τῆς γυναικὸς προφητευσάσης ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. δὲ περιπέμψας πανταχοῦ τὸν λαὸν ἐκέλευε συνελθεῖν εἰς Ἱεροσόλυμα τούς θʼ ἱερεῖς καὶ τοὺς Λευίτας, πᾶσαν ἡλικίαν παρεῖναι προστάξας. 10.63ἀθροισθέντων δὲ αὐτῶν πρῶτον μὲν αὐτοῖς ἀνέγνω τὰς ἱερὰς βίβλους, ἔπειτα στὰς ἐπὶ τοῦ βήματος ἐν μέσῳ τῷ πλήθει ὅρκους ποιήσασθαι καὶ πίστεις ἠνάγκασεν, μὴν θρησκεύσειν τὸν θεὸν καὶ φυλάξειν τοὺς Μωυσέος νόμους. 10.64οἱ δὲ προθύμως τʼ ἐπῄνεσαν καὶ τὰ παραινεθέντα ὑπὸ τοῦ βασιλέως ποιήσειν ὑπέστησαν θύοντές τε παραχρῆμα καὶ καλλιεροῦντες ἤδη τὸν θεὸν ἱκέτευον εὐμενῆ καὶ ἵλεων αὐτοῖς ὑπάρχειν. 10.65τὸν δὲ ἀρχιερέα προσέταξεν εἴ τι περισσὸν ὑπὸ τῶν προγόνων σκεῦος τοῖς εἰδώλοις καὶ ξενικοῖς θεοῖς κατασταθὲν ἦν ἐν τῷ ναῷ, τοῦτο ἐκβαλεῖν. συναθροισθέντων δὲ πολλῶν καταπρήσας αὐτὰ τὴν σποδὸν αὐτῶν διέσπειρε καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων οὐκ ὄντας ἐκ τοῦ Ἀαρῶνος γένους ἀπέκτεινε. 10.66

Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος Ἱερόβαμος, κατέκαυσε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.59 Joseph. AJ 10.63 (English) >>Joseph. AJ 10.69

Powered by PhiloLogic